Αρχική > Tags > Εκκλησιαστικά

Εκκλησιαστικά

Το Ευαγγέλιο της Κυριακής πρὸ τῆς Χριστοῦ Γεννήσεως (Κατά Ματθαίον Α´ 1 - 25)

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα...

Το Ευαγγέλιο της Κυριακής 15 Δεκεμβρίου 2013 - IA´ Λουκά ιδ´ 16-24

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῎Ανθρωπός τις ἐποίησε δεῖπνον μέγα καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ῎Ερχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. ῾Ο πρῶτος εἶπεν αὐτῷ· ᾿Αγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον...

Το Ευαγγέλιο της Κυριακής 8 Δεκεμβρίου 2013 - Ι´ Λουκά ιγ´ 10-17

Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ ᾿Ιησοῦς ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. Καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. ᾿Ιδὼν δὲ αὐτὴν ὁ ᾿Ιησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν...

Το Ευαγγέλιο της Κυριακής 1 Δεκεμβρίου 2013 - ΙΔ´ Λουκά ιη´ 35-43

Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν ᾿Ιησοῦν εἰς ῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. ᾿Απήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ᾿Εγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· Τί σοι θέλεις ποιήσω;..

Το Ευαγγέλιο της Κυριακής 24 Νοεμβρίου 2013 - ΙΓ´ Λουκά ιη´ 18-27

Τῷ καιρῷ ἐκείνῳ, ἄρχων τις προσῆλθε τῷ ᾿Ιησοῦ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· «μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου»...

Το Ευαγγέλιο της εορτής των Εισοδίων της Θεοτόκου (Κατά Λουκάν ι΄ 38-42, ια΄ 27-28)

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται...

Το Ευαγγέλιο της Κυριακής 17 Νοεμβρίου 2013 - Θ´ Λουκά ιβ´ 16-21

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ᾿Ανθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε· Τοῦτο ποιήσω· καθελῶμου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰγενήματά μου καὶ τὰ ἀγαθά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου...

Το Ευαγγέλιο της Κυριακής 10 Νοεμβρίου 2013 (Η´ Λουκά - ι´ 25-37)

Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ ᾿Ιησοῦ ἐκπειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ῾Ο δὲ εἶπε πρὸς αὐτόν· ᾿Εν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ῾Ο δὲ ἀποκριθεὶς εἶπεν· «᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου», καὶ «τὸν πλησίον σου ὡς ἑαυτόν». Εἶπε δὲ αὐτῷ· ᾿Ορθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ...

Το Ευαγγέλιο της Κυριακής 3 Νοεμβρίου 2013 - Ε´ Λουκά ιστ´ 19-31

Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ. Εγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ...

Ιεροί Κανόνες - Ἡ Θεραπευτική τῆς Ὀρθόδοξης Ἐκκλησίας

Eἶναι σύνηθες ὅταν χρειαζόμαστε πνευματική τροφοδοσία, καί καλά κάνουμε, νά διαβάζουμε κάποια κείμενα, κάποια βιβλία καί νά τρεφόμαστε ἀπό τά λόγια τοῦ Χριστοῦ μας καί τῶν ἁγίων Πατέρων τῆς Ἐκκλησίας μας. Πολύ ὡραῖο εἶναι αὐτό τό πράγμα...

©2010 orthmad.gr | Web development by Integrated ITDC