Αρχική > Categories > Άρθρα της κατηγορίας εκκλησιαστικά

Άρθρα της κατηγορίας εκκλησιαστικά

  • Το Ευαγγέλιο της Κυριακής 21 Ιουνίου 2105 - Κατά Ματθαίον ΣΤ' 22-33

    Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
  • Το Ευαγγέλιο της Κυριακής 14 Ιουνίου 2015 (τῶν Ἁγιορειτὼν Πατέρων) - Κατά Ματθαίον Δ' 18-23

    Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. Καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ...
  • Το Ευαγγέλιο της Κυριακής 7 Ιουνίου 2015 (τῶν Ἁγίων Πάντων) - Κατά Ματθαίον Ι' 32-33, 37-38, ΙΘ' 27-30

    ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 32 - 33
    Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
    ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Ι´ 37 - 38
    Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος...
  • Το Ευαγγέλιο της Κυριακής 31 Μαΐου 2015 ( Κυριακὴ τῆς Πεντηκοστῆς) - Κατά Ιωάννην Ζ' 37-52

    Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ο πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· Άλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται;
  • Το Ευαγγέλιο της Κυριακής 24 Μαΐου 2015 - Κατά Ιωάννην IZ' 1-13


    Ταῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σέ, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Aὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Eγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελειώσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου...
  • Η Ένδοξος Ανάληψις του Κυρίου ημών Ιησού Χριστού

    Η εικόνα της Αναλήψεως του Χριστού είναι μεγαλοπρεπής. Οι Μαθηταί εξεπλάγησαν, και με απερίγραπτον χαράν και θαυμασμόν παρακολουθούσαν την Ανάληψιν του Χριστού εις τους ουρανούς. Οι Μαθηταί δεν είδαν την αρχήν της Αναστάσεως, αφού κανείς δεν είδε το Χριστό την ώρα που εξήρχετο από το μνημείον. Μετά όμως από την Ανάστασίν Του, ο Κύριος εμφανίσθηκε πολλές φορές εις αυτούς...
  • Το Ευαγγέλιο της Κυριακής 17 Μαΐου 2015 (Κυριακὴ τοῦ Τυφλοῦ) - Κατά Ιωάννην Θ' 1-38

    Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς· Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Απεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Εμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Όταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου...
  • Το Ευαγγέλιο της Κυριακής 10 Μαΐου 2015 ( Κυριακὴ τῆς Σαμαρείτιδος) - Κατά Ιωάννην Δ' 5-42

    Έρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. Ην δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Έρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Απεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν...
  • Μεσοπεντηκοστή

    Σέ λίγους πιστούς εἶναι γνωστή ἡ ἑορτή, μέ τήν ὁποία θά ἀσχοληθοῦμε τώρα. Ἐκτός ἀπό τούς ἱερεῖς καί μερικούς ἄλλους χριστιανούς, πού ἔχουν ἕνα στενότερο σύνδεσμο μέ τήν Ἐκκλησία μας, οἱ περισσότεροι δέν γνωρίζουν κἄν τήν ὕπαρξί της. Λίγοι εἶναι ἐκεῖνοι πού ἐκκλησιάζονται κατ᾽ αὐτή καί περισσότεροι δέν ὑποπτεύονται κἄν ὅτι τήν Τετάρτη μετά τήν Κυριακή τοῦ Παραλύτου πανηγυρίζει ἡ Ἐκκλησία μία μεγάλη δεσποτική ἑορτή, τήν ἑορτή τῆς Μεσοπεντηκοστῆς. Καί ὅμως κάποτε ἡ ἑορτή τῆς Μεσοπεντηκοστῆς ἦταν ἡ μεγάλη ἑορτή τῆς Μεγάλης Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως καί συνέτρεχαν κατ᾽ αὐτή στόν μεγάλο ναό πλήθη λαοῦ...
  • Το Ευαγγέλιο της Κυριακής 3 Μαΐου 2015 (Κυριακὴ τοῦ Παραλύτου) - Κατά Ιωάννην Ε' 1-15

    Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Έστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Εν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Άγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. Ην δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Απεκρίθη αὐτῷ ὁ ἀσθενῶν...
  • Το Ευαγγέλιο της Κυριακής 26 Απριλίου 2015 - Κυριακὴ τῶν Μυροφόρων ( Κατά Μάρκον ΙΗ' 43-47, ΙΣΤ' 1-8)

    Ελθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ο δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Kαὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. H δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται...
  • Το Ευαγγέλιο της Κυριακής 19 Απριλίου (Κυριακὴ τοῦ Θωμᾶ) - Κατά Ιωάννην Κ' 19-31

    Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς...
  • Ο Μυστικός Δείπνος

    Δύο βασικά γεγονότα χαρακτηρίζουν τις ιερές ακολουθίες της Αγίας και Μεγάλης Πέμπτης: ο Μυστικός Δείπνος του Κυρίου Ιησού Χριστού με τους μαθητές Του και η προδοσία του Ιούδα. Το βαθύτερο νόημα και των δύο αυτών γεγονότων είναι η αγάπη . Ο Μυστικός Δείπνος είναι η εσχατολογική αποκάλυψη της σωτηριώδους αγάπης του Θεού για τον άνθρωπο, της αγάπης που είναι η καρδιά της σωτηρίας. Η προδοσία του Ιούδα αποκαλύπτει ότι η αμαρτία, ο θάνατος και η αυτοκαταστροφή οφείλονται επίσης στην αγάπη...
  • Μεγάλη Δευτέρα (Κυριακή Βαΐων Εσπέρας)

    Από τη σημερινή μέρα ξεκινούν τα άγια Πάθη του Κυρίου μας Ιησού Χριστού. Τύπος του Κυρίου μας Ιησού είναι ο πάγκαλος Ιωσήφ που σήμερα επιτελούμε την ανάμνησή του.
    Ήταν ο μικρότερος γιός του Πατριάρχη Ιακώβ και ο πιο αγαπητός. Όμως φθονήθηκε από τα αδέλφια του και αρχικά τον έρριξαν σ' ένα βαθύ λάκκο και εξαπάτησαν το πατέρα τους χρησιμοποιώντας ένα ματωμένο ρούχο ότι δήθεν τον κατασπάραξε κάποιο θηρίο...
  • Το Ευαγγέλιο της Κυριακής 5 Απριλίου 2015 - Κυριακὴ τῶν Βαΐων ( Κατά Ιωάννην ΙΒ' 1-18)

    Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Εποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. Η οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;

©2010 orthmad.gr | Web development by Integrated ITDC