Αρχική > Πατερικά Κείμενα > Ὅσιος Θεόδωρος Στουδίτης ὁ Ὁμολογητής - Συμβουλαὶ πρὸς νέον ἡγούμενον

Ὅσιος Θεόδωρος Στουδίτης ὁ Ὁμολογητής - Συμβουλαὶ πρὸς νέον ἡγούμενον

Νικολάῳ μαθητῆ.

Ἐπειδὴ εὐδοκίᾳ Θεοῦ προεβιβάσθης, τέκνον πνευματικὸν Νικόλαε, εἰς τὸ τῆς ἡγουμενείας ἀξίωμα, δέον παραφυλάξαι σε πάντα τὰ ἐντεταλμένα σοι ἐν τῷ παρόντι γραμματίῳ. Οὐ διαλλάξεις οὖν ὅνπερ παρέλαβες τύπον καὶ κανόνα παρὰ τῆς πνευματικῆς σου μονῆς ἐν ἅπασιν ἄνευ ἀνάγκης. Οὐ κτήσῃ τι τοῦ κόσμου τούτου, οὐδὲ ἀποθησαυρίσεις ἰδιορίστως εἰς ἐαυτὸν μέχρι καὶ ἑνὸς ἀργυρίου. Οὐ διαμερίσεις τὴν ψυχὴν καὶ τὴν καρδίαν σου ἐν σχέσει καὶ φροντίδι, παρὰ τοὺς πεπιστευμένους σοι ὑπὸ Θεοῦ καὶ γεννωμένους σοι πνευματικῶς υἱοὺς καὶ ἀδελφούς· οὔτε εἰς τούς ποτε ἰδίους κατὰ σάρκα ἢ συγγενεῖς ἢ φίλους ἢ συνεταίρους. Οὐ χρήσῃ τοῖς τῆς οἰκείας σου μονῆς, οὔτε ζῶν, οὔτε μετὰ θάνατον, ἐλεημονητικῶς ἢ κληρονομικῶς, εἰς τούς ποτε προειρημένους ἰδίους καὶ φίλους. Οὐ γὰρ ἐκ τοῦ κόσμου εἶ, ἵνα μετέχῃς τῶν ἐκ τοῦ κόσμου πλὴν εἰ μή που μεταβαῖέν τινες ἐκ τοῦ κοινωνικοῦ βίου εἰς τὸ καθ᾿ ἡμᾶς τάγμα· καὶ οὕτω φροντίσεις κατὰ μίμησιν τῶν ἁγίων Πατέρων. Οὐ κτήσῃ δοῦλον, οὔτε εἰς οἰκείαν χρείαν, οὔτε εἰς ἣν ἐπιστεύθης μονήν, οὔτε εἰς ἀγρούς σου, τὸν κατ᾿ εἰκόνα Θεοῦ γεγονότα ἄνθρωπον· τοῦτο γὰρ μόνοις τοῖς ἐν τῷ βίῳ συγκεχώρηται. Σοὶ δὲ χρεὼν ἐαυτὸν παρασχεῖν τοῖς ὁμονύχοις σου ἀδελφοῖς δοῦλον τῇ προθέσει, κἂν τῇ ἔξω ἐπιφανείᾳ ὡς δεσπότης λογίζῃ καὶ διδάσκαλος. Οὐ σχοίης ζῶον τῶν ἐκ τοῦ θήλεος γένους εἰς χρείαν ὑπουργικήν, ὁ τῷ θήλει παντάπασιν ἀποταξάμενος, οὔτε ἐν τῇ μονῇ οὔτε ἐν τοῖς ἀγροῖς· καθὼς οὐδεὶς τῶν ὁσίων καὶ ἁγίων Πατέρων ἡμῶν ἐχρήσατο, οὔτε ἡ φύσις αὐτὴ ἐπιτρέπει. Οὐκ ἐποχούμενος ἔσῃ ἵπποις καὶ ἡμιόνοις ἄνευ ἀνάγκης, ἀλλὰ Χριστομιμήτως πεζοπορήσεις. Εἰ δ᾿ οὔ, πῶλός σοι τὸ ὑποζύγιον ἔσται.

Παραφυλάξεις πάντως τὸ τὰ πάντα τὰ ἐν τῇ ἀδελφότητι κοινὰ εἶναι καὶ ἀμέριστα καὶ μηδὲν κατὰ μέρος τοῦ καθέκαστον εἰς ἐξαυθέντησιν, μέχρι καὶ ῥαφίδος. Σοῦ δὲ καὶ τὸ σῶμα καὶ ἡ ψυχή, μὴ τί γε ἄλλο, ἔστωσαν διαμεμερισμἐνα ἐν ἰσότητι ἀγάπης πᾶσι τοῖς πνευματικοῖς σου τέκνοις καὶ ἀδελφοῖς. Οὐκ ἐξουσιάσεις ἐπὶ τοῖς δυσὶν ἀδελφοῖς σου καὶ τέκνοις μου οῦτε πρὸς ἀρχήν, οὔτε πρὸς χειροτονίαν πρᾶξαί τι παρὲξ τῆς πατρικῆς σου ἐντάλσεως. Οὐ σχοίης μετὰ κοσμικῶν ἀδελφοποιΐας ἢ συντεκνίας, ό φυγὰς τοῦ κόσμου καὶ τοῦ γάμου. Οὐ γὰρ εὕρηται ἐν τοῖς Πατράσιν εἰ δὲ καὶ εὕρηται, σπανιάκις, καὶ τοῦτο οὐ νόμος. Οὐ συνεστιαθῇς μετὰ γυναικῶν, πλὴν τῆς κατὰ σάρκα μητρὸς καὶ ἀδελφῆς, οὐκ οἶδα εἰ μή τις βία καὶ ἀνάγκη, καθὼς παρακελεύονται οἱ ἄγιοι Πατέρες. Οὐ σχοίης τὸ πολυπρόοδον καὶ πολυγύρευτον, ἄνευ ἀνάγκης ἐγκαταλιμπάνων τὸ οἰκεῖον ποίμνιον· ὅπου γε καὶ ἐγκαθημένου σου μόλις διασώζοιντο τὰ πολυτροπώτατα καὶ πολυδιεξόδευτα λογικὰ πρόβατα.

Παραφυλάξεις πάντως τὸ ποιεῖσθαι τρισάκις τὴν κατήχησιν τῇ ἑβδομάδι καὶ καθ᾽ ἑσπέραν, ἐπειδὴ πατροπαράδοτον τοῦτο καὶ σωτήριον. Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα. Ἓν γὰρ τὸ σχῆμα, ὥσπερ καὶ τὸ βάπτισμα, καθὼς οἱ ἄγιοι Πατέρες ἐχρήσαντο. Οὐ παραβῇς τοὺς νόμους καὶ κανόνας τῶν Πατέρων, πρό γε πάντων τοῦ ἁγίου Πατρὸς ἡμῶν Βασιλείου· ἀλλὰ πᾶν ὃ τι ποιεῖς ἢ λέγεις, ὡς μαρτυρίαν ἔχων ἐκ τῶν Γραφῶν πράξεις, ἢ ὡς ἐκ πατρικῆς σου συνηθείας, ἄνευ παραβάσεως ἐντολῆς Θεοῦ. Οὐ καταλείψεις τὸ ποίμνιόν σου καὶ εἰς ἕτερον μεταβήσῃ ἢ πρὸς μείζονα ἀξίαν ἐπαναδράμοις, ἄνευ πατρικῆς σου διαγνώσεως. Οὐ φιλιάσεις μετὰ κανονικῆς, οὐδὲ παραβάλῃς ἐν γυναικείῳ σεμνείῳ, οὐδὲ καταμόνας ὁμιλήσεις μοναζούσῃ ἢ κοσμικῇ, εἰ μή που ἀνάγκη ἕλκοι· καὶ τότε δύο παρόντων ἐξ ἐκατέρου μέρους προσώπων. Τὸ γὰρ ἕν, ὡς φησιν, εὐεπηρέαστον. Οὐκ ἀνοίξεις τὴν θύραν τῆς ποίμνης ἐπὶ εἰσόδῳ παντοίας γυναικός, ἄνευ μεγάλης ἀνάγκης· εἰ δὲ δυνατὸς εἶ ἀσυμφανῶς δέχεσθαι, οὐδὲ τοῦτο ἀπόβλητον. Οὐ ποιήσεις σεαυτῷ καταγώγιον ἢ τοῖς πνευματικοῖς σου τέκνοις οἶκον κοσμικόν, ἐν ᾧ εἰσι γυναῖκες, ἐπὶ συχνῷ παραβάλλων, ἀλλ᾽ ἐκλέξῃ εἰς ἀνδρῶν εὐλαβῶν τὰς παροδικὰς καὶ ἀναγκαίας χρείας ποιεῖσθαι. Οὐ κτήσῃ μαθητὴν εἰς τὸ κελλίον σου μειράκιον προσπαθῶς, ἀλλ᾿ ἐκ προσώπου ἀνυπόπτου καὶ ἐκ διαφόρων ἀδελφῶν τὴν ὑπουργίαν σου ποιήσεις. Οὐ κτήσῃ ἱματισμὸν ἐξηλλαγμένον καὶ πολύτιμον, ἄνευ τοῦ ἱερατεύειν σε, ἀλλὰ τοῖς ταπεινοῖς πατρομιμήτως καὶ ἐνδύσῃ καὶ ὑποδύσῃ. Οὐκ ἔση ἀβροδίαιτος, οὔτε ἐν οἰκείᾳ σου δαπάνῃ οὔτε ἐν ταῖς ὑποδοχαῖς τῶν ξένων τοῦτο γὰρ τῆς μερίδος τῶν ἀπολαυστικῶν τοῦ παρόντος βίου. Οὐ θησαυρίσεις χρυσίον ἐν τῇ μονῇ σου, ἀλλὰ τὸ κατὰ περισσείαν ἐπὶ παντὸς εἴδους μεταδοίης τοῖς πενομένοις ἐν ἀνοίξει τῆς αὐλῆς σου, καθὼς καὶ οἱ ἅγιοι Πατέρες. Οὐ κρατήσεις τόπον ἠσφαλισμένον καὶ τὴν οἰκονομικὴν φροντίδα, ἀλλ᾿ ἔστω σοι πᾶσα ἡ φροντὶς ἀνήκουσα περὶ τῶν ψυχῶν. Τὸ δὲ χρυσίον καὶ τὰ κατὰ χρείαν ἐγχειρίσεις τῷ οἰκονόμῳ, τῷ κελλαρίτῃ καὶ ὡς ἐπιβάλλει ἐν ἐκάστῃ διακονίᾳ· σοῦ προδήλως πάντων τὴν ἐξουσίαν ἐχοντος καὶ μεταφέροντος ὡς ἂν βούλῃ ἐκάστην διακονίαν ἐν τῷ τυχόντι προσώπῳ καὶ ἀπολαμβάνοντος τὸν λόγον ἐκάστης διοικήσεως καθὃ ἐντέλλῃ. Οὐ ποιήσεις τι ἢ πράξεις κατ᾿ οἰκείαν γνώμην ἐν παντὶ πράγματι, οὔτε ἐν προόδῳ, οὔτε ἐν πράσει καὶ ἀγορασίᾳ, οὔτε ἐν δοχῇ ἢ ἐν ἀποκρίσει ἀδελφοῦ, οὔτε ἐν ὑπαλλαγῇ διακονίας, οὔτε ἐν ἄλλῳ τινὶ τῶν σωματικῶν, ἀλλ᾿ οὖν οὐδὲ ἐν τοῖς ὀνυχικοῖς σφάλμασιν, ἄνευ βουλῆς τῶν προεχόντων ἐν γνώσει καὶ εὐλαβείᾳ, ἑνὸς ἢ δύο καὶ τριῶν ἢ καὶ πλειόνων, κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν, ὥσπερ ἐντέταλται Πατρικῶς, Ταῦτα πάντα, καὶ ὅσα ἕτερα παρέλαβες, φυλάξοις καὶ φρουρήσοις, ἵνα εὖ σοι γένηται καὶ ἐσῃ κατευοδούμενος ἐν Κυρίῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Τὸ γὰρ ἐναντίον ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν.

©2010 orthmad.gr | Web development by Integrated ITDC